Α. ΄Αγιος Μάξιμος ο Ομολογητής Περί Αγάπης

Πρώτη ἑκατοντάς τῶν περί ἀγάπης κεφαλίων.

α΄. Ἀγάπη μέν ἐστιν, διάθεσις ψυχῆς ἀγαθή, καθ᾿ ἥν οὐδέν τῶν ὄντων, τῆς τοῦ Θεοῦ γνώσεως προτιμᾷ. Ἀδύνατον δέ εἰς ἕξιν ἐλθεῖν ταύτης τῆς ἀγάπης, τόν πρός τι τῶν ἐπιγείων ἔχοντα προσπάθειαν.  

β΄. Ἀγάπην μέν τίκτει ἀπάθεια· ἀπάθειαν δέ, ἡ εἰς Θεόν ἐλπίς· τήν δέ ἐλπίδα, ὑπομονή καί μακροθυμία· ταῦτας δέ, ἡ περιεκτική ἐγκράτεια· ἐγκράτειαν δέ, ὁ τοῦ Θεοῦ φόβος· τόν δέ φόβον, ἡ εἰς τόν Κύριον πίστις.  

γ΄. Ὁ πιστεύων τῷ Κυρίῳ, φοβεῖται τήν κόλασιν· ὁ δέ φοβούμενος τήν κόλασιν, ἐγκρατεύεται ἀπό τῶν παθῶν· ὁ δέ ἐγκρατευόμενος ἀπό τῶν παθῶν, ὑπομένει τά θλιβερά· ὁ δέ ὑπομένων τά θλιβερά, ἕξει εἰς Θεόν ἐλπίδα· ἡ δέ εἰς Θεόν ἐλπίς, χωρίζει πάσης γηΐνης προσπαθείας τόν νοῦν· ταύτης δέ ὁ νοῦς χωρισθείς, ἕξει τήν εἰς Θεόν ἀγάπην.  

δ΄. Ὁ ἀγαπῶν τόν Θεόν, πάντων τῶν ὑπ᾿ αὐτοῦ γεγονότων προτιμᾷ τήν γνῶσιν αὐτοῦ, καί ἀδιαλείπτως διά τοῦ πόθου, ταύτῃ προσκαρτερεῖ.  

ε΄. Εἰ πάντα τά ὄντα διά τοῦ Θεοῦ καί διά τόν Θεόν γέγονε· κρείττων δέ ὁ Θεός τῶν δι᾿ αὐτοῦ γεγονότων· ὁ καταλιμπάνων τόν Θεόν τόν ἀσυγκρίτως κρείττονα, καί τοῖς χείροσιν ἐνασχολούμενος, δείκνυσιν ἑαυτόν προτιμῶντα τοῦ Θεοῦ, τά δι᾿ αὐτοῦ γεγονότα. (Αν όλα όσα υπάρχουν έγιναν απ’ το Θεό και για το Θεό κι επομένως ο Θεός είναι ασύγκριτα σημαντικότερος απ’ όσα έπλασε, τότε αυτός που εγκαταλείπει το Θεό, που είναι ο ασύγκριτα σημαντικότερος κι ασχολείται με τ’ ασήμαντα, δείχνει ότι αυτός προτιμά απ’ το Θεού τα δημιουργήματά του). 

στ΄. Ὁ τῇ εἰς Θεόν ἀγάπῃ τόν νοῦν ἔχων προσηλωμένον, πάντων τῶν ὁρωμένων, καί αὐτοῦ τοῦ σώματος, ὡς ἀλλοτρίου καταφρονεῖ.  

ζ΄. Εἰ κρείττων τοῦ σώματος ἡ ψυχή· καί κρείττων τοῦ κόσμου ἀσυγκρίτως ὁ κτίσας αὐτόν Θεός· ὁ προτιμῶν τῆς ψυχῆς τό σῶμα, καί τοῦ Θεοῦ τόν ὑπό αὐτοῦ κτισθέντα κόσμον, οὐδέν τῶν εἰλωλολατρούντων διενήνοχεν. (διαφέρει) 

η΄. Ὁ τόν νοῦν τῆς  εἰς Θεόν ἀγάπης καί προσεδρείας ἀποχωρίσας, καί τινι τῶν αἰσθητῶν προσεδεμένον ἔχων, οὗτός ἐστι ὁ προτιμῶν τῆς ψυχῆς τό σῶμα, καί τοῦ κτίσαντος Θεοῦ, τά ὑπ᾿ αὐτοῦ γεγονότα. (Αυτός που απομακρύνει τη σκέψη του απ’ την αγάπη και την προσήλωση του στον Θεό και την έχει προσκολλημένη σε κάποιο από τα αισθητά, αυτός ακριβώς είναι που προτιμά απ’ την ψυχή το σώμα κι απ’ το Δημιουργό Θεό τα δημιουργήματα.)  

θ΄. (964) Εἰ ἡ ζωή τοῦ νοῦ ὁ φωτισμός ἐστι τῆς γνώσεως· τοῦτον δέ ἡ εἰς Θεόν ἀγάπη τίκτει· καλῶς, Οὐδέν τῆς θείας ἀγάπης, εἴρηται, μεῖζον.  

ι΄. Ὅταν τῷ ἔρωτι τῆς ἀγάπης πρός Θεόν ὁ νοῦς ἐκδημῇ, τότε οὔτε τινός τῶν ὄντων παντάπασι ἐπαισθάνεται. Ὑπό γάρ τοῦ θείου καί ἀπείρου φωτός καταλαμπόμενος, ἀναισθητεῖ πρός πάντα τά ὑπ᾿ αὐτοῦ γεγονότα· καθάπερ καί ὁ αἰσθητός ὀφθαλμός πρός τούς ἀστέρας, τοῦ ἡλίου ἀνατέλλοντος. (Όταν εξ αιτίας του έρωτα της αγάπης προς τον Θεό ο νους αναχωρεί, τότε από κανένα απ’ τα δημιουργήματα δεν ελκύεται. Γιατί θαμπωμένος απ’ το θείο και άπειρο Φως γίνεται αναίσθητος σ’ όλα όσα πλάστηκαν απ’ Αυτόν, όπως και το μάτι δεν βλέπει τ’ αστέρια όταν ανατέλλει ο ήλιος.)

ια΄. Πᾶσαι μέν αἱ ἀρεταί συνεργοῦσι τῷ νῷ πρός τόν θεῖον ἔρωτα, πλέον δέ πάντων ἡ καθαρά προσευχή. Διά ταύτης γάρ πρός τόν Θεόν πτερούμενος, ἔξω γίνεται πάντων τῶν ὄντων.  

ιβ΄. Ὅταν διά τῆς ἀγάπης ὑπό τῆς θείας γνώσεως ὁ νοῦς ἁρπαγῇ, καί ἔξω γενόμενος τῶν ὄντων τῆς θείας ἐπαισθάνηται ἀπειρίας, τότε κατά τόν θεῖον Ἡσαΐαν ὑπό ἐκπλήξεως εἰς συναίσθησιν ἐλθών τῆς ἑαυτοῦ ταπεινώσεως, μετά διαθέσεως λέγει τά τοῦ προφήτου ῥήματα· Ὤ τάλας ἐγώ, ὅτι κατανένυγμαι· ὅτι ἄνθρωπος ὤν, καί ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγώ κατοικῶ, καί τόν βασιλέα Κύριον Σαβαώθ εἶδον τοῖς ὀφθαλμοῖς μου. 

ιγ΄. Ὁ ἀγαπῶν τόν Θεόν, οὐ δύναται μή καί πάντα ἄνθρωπον ὡς ἑαυτόν ἀγαπῆσαι, εἰ καί πρός τά πάθη δυσχεραίνει τῶν μήπω κεκαθαρμένων. Διό καί τήν ἐπιστροφήν αὐτῶν βλέπων καί τήν διόρθωσιν, ἀμετρήτῳ καί ἀνεκλαλήτῳ χαίρει χαρᾷ.  

ιδ΄. Ἀκάθαρτος ἐστι ψυχή ἐμπαθής· λογισμῶν ἐπιθυμίας καί μίσους πεπληρωμένη.  

ιε΄. Ὁ ἴχνος μίσους βλέπων ἐν τῇ ἑαυτοῦ καρδίᾳ διά οἰονδήποτε πταῖσμα πρός τόν οἱονδήποτε ἄνθρωπον, ἀλλότριος τυγχάνει πάμπαν τῆς εἰς Θεόν ἀγάπης· διότι ἡ εἰς Θεόν ἀγάπη, τῆς εἰς ἄνθρωπον μίσους παντελῶς οὐκ ἀνέχεται.  

ιστ΄. Ὁ ἀγαπῶν με, φησίν ὁ Κύριος, τάς ἐντολάς μου τηρήσει· αὕτη δέ ἐστιν ἡ ἐντολή ἡ ἐμή, ἵνα ἀγαπᾶτε ἀλλήλους. Ὁ οὖν μή ἀγαπῶν τόν πλησίον, τήν ἐντολήν οὐ τηρεῖ. Ὁ δέ τήν ἐντολήν μή τηρῶν, οὐδέ τόν Κύριον ἀγαπῆσαι δύναται.  

ιζ΄. Μακάριος ἄνθρωπος, ὁ πάντα ἄνθρωπον ἐξ ἴσου ἀγαπῆσαι δυνηθείς. [edit. δύναται].  

ιη΄. Μακάριος ἄνθρωπος, ὁ μηδενί πράγματι φθαρτῷ ἤ προσκαίρῳ προσκείμενος.  

ιθ΄. Μακάριος ὁ νοῦς, ὁ πάντα τά ὄντα περάσας, καί τῆς θείας ὡραιότητος ἀδιαλείπτως κατατρυφῶν.  

κ΄. Ὁ πρόνοιαν τῆς σαρκός εἰς ἐπιθυμίας [Duo Regit ἐπιθυμίαν] ποιούμενος, καί μνησικακίαν διά πρόσκαιρα πρός τόν πλησίον ἔχων· (965) ὁ τοιοῦτος λατρεύει τῇ κτίσει παρά τόν κτίσαντα.  

κα΄. Ὁ ἀνήδονον καί ἄνοσον τό σῶμα διατηρῶν, σύνδουλον αὐτό ἔχει πρός τήν τῶν κρειττόνων ὑπηρεσίαν.  

κβ΄. Ὁ φεύγων πάσας τάς κοσμικάς ἐπιθυμίας, πάσης λύπης [edit. unusgue ὕλης, Reg. et Fr.] κοσμικῆς ἑαυτόν ἀνώτερον καθίστησι.  

κγ΄. Ὁ τόν Θεόν ἀγαπῶν, καί τόν πλησίον πάντως ἀγαπᾷ. Ὁ δέ τοιοῦτος, χρήματα τηρεῖν οὐ δύναται, ἀλλ᾿ οἰκονομεῖ θεοπρεπῶς, ἑκάστῳ τῶν δεομένων παρέχων.  

κδ΄. Ὁ κατά μίμησιν Θεοῦ τήν ἐλεημοσύνην ποιούμενος, οὐκ οἶδε διαφοράν πονηροῦ καί ἀγαθοῦ, δικαίου καί ἀδίκου ἐν τοῖς τοῦ σώματος ἀναγκαίοις· ἀλλά πᾶσιν ἐξ ἴσου κατά τήν χρείαν διανέμει· εἰ καί προτιμᾷ δι᾿ ἀγαθήν προαίρεσιν τοῦ φαύλου τόν ἐνάρετον.  

κε΄. Ὥσπερ ὁ Θεός φύσει ὤν ἀγαθός καί ἀπαθής, πάντας μέν, ἐξ ἴσου ἀγαπᾷ, ὡς ἔργα αὐτοῦ· ἀλλά τόν μέν ἐνάρετον δοξάζει, ὡς καί τῇ γνώμῃ [edit et.Fr. τήν γνώσιν· alter Reg. τήν γνώμην], οἰκειούμενον· τόν δέ φαῦλον, δι᾿ ἀγαθότητα ἐλεεῖ, καί ἐν τῷ αἰῶνι τούτῳ παιδεύων ἐπιστρέφει· οὕτω καί ὁ τῇ γνώμῃ ἀγαθός καί ἀπαθής, πάντας ἀνθρώπους ἐξ ἴσου ἀγαπᾶ· τόν μέν ἐνάρετον, διά τε τήν φύσιν καί τήν ἀγαθήν προαίρεσιν· τόν δέ φαῦλον, διά τε τήν φύσιν, καί τήν συμπάθειαν ἐλεῶν ὡς ἄφρονα καί ἐν σκότει διαπορευόμενον.  

κστ΄. Οὐ μόνον διά μεταδόσεως χρημάτων ἡ διάθεσις τῆς ἀγάπης γνωρίζεται, ἀλλά πολλῷ μᾶλλον διά μεταδόσεως λόγου Θεοῦ καί σωματικῆς διακονίας.  

κζ΄. Ὁ τοῖς τοῦ κόσμου πράγμασι [edit. et unus Reg. τῶν πραγμάτων] γνησίως ἀποταξάμενος, καί τῷ πλησίον διά τῆς ἀγάπης ἀνυποκρίτως δουλεύων, παντός πάθους ταχέως ἐλευθεροῦται, καί τῆς θείας ἀγάπης καί γνώσεως μέτοχος καθίσταται.  

κη΄. Ὁ τήν θείαν ἀγάπης ἐν ἑαυτῶ κτησάμενος, οὐ κοπιᾷ κατοκολουθῶν ὀπίσω κυρίου τοῦ Θεοῦ αὐτοῦ, κατά τόν θεῖον Ἱερεμίαν· ἀλλά πάντα πόνον ὀνειδισμόν τε καί φέρει ὕβριν γενναίως, μηδενί τό σύνολον κακόν λογιζόμενος.  

κθ΄. Ὅταν ὑβρισθῇς παρά τινος, ἤ ἔν τινι ἐξουδενωθῇς, τότε πρόσεχε ἀπό τῶν λογισμῶν τῆς ὀργῆς, μή σε τῆς ἀγάπης διά τῆς λύπης χωρίσαντες, ἐν τῇ χώρᾳ τοῦ μίσους καταστήσωσιν.  

λ΄. Ὅταν ἐφ᾿ ὕβρει ἤ ἀτιμίᾳ πονήσῃς, γίνωσκε σευτόν μεγάλως ὠφεληθέντα, τῆς κενοδοξίας διά τῆς ἀτιμίας οἰκονομικῶς ἀπό σοῦ ἐκβληθείσης.  

(968) λα΄. Ὥσπερ μνήμη πυρός οὐ θερμαίνει τό σῶμα, οὕτω πίστις ἄνευ ἀγάπης, οὐκ ἐνεργεῖ εἰς τήν ψυχήν τόν τῆς γνώσεως φωτισμόν.  

λβ΄. Ὥσπερ τό φῶς τοῦ ἡλίου τόν ὑγιῆ  ὀφθαλμόν εἰς ἑαυτό ἐφέλκεται· οὕτω καί ἡ γνῶσις τοῦ Θεοῦ τόν καθαρόν νοῦν φυσικῶς διά τῆς ἀγάπης πρός ἑαυτήν ἐπισπᾶται.  

λγ΄. Νοῦς ἐστι καθαρός, ὁ ἀγνοίας χωρισθείς, καί ὑπό τοῦ θείου φωτός καταλαμπόμενος.  

λδ΄. Ψυχή ἐστι καθαρά, ἡ παθῶν ἐλευθερωθεῖσα, καί ὑπό τῆς θείας ἀγάπης ἀδιαλείπτως εὐφραινομένη.  

λε΄.  Πάθος [Duo Regit tantum πάθος] ἐστί ψεκτόν, κίνησις ψυχῆς παρά φύσιν.  

λστ΄. Ἀπάθειά ἐστιν εἰρηνική κατάστασις ψυχῆς, καθ᾿ ἥν δυσκίνητος γίνεται ψυχή πρός κακίαν.  

λζ΄. Ὁ τούς καρπούς τῆς ἀγάπης διά σπουδῆς κτησάμενος, οὐ μετατίθεται ταύτης, κἄν μυρία πάσχῃ κακά. Καί πειθέτω σε Στέφανος ὁ τοῦ Χριστοῦ μαθητής, καί οἱ κατ᾿ αὐτόν· καί αὐτός ὁ Σωτήρ ὑπέρ τῶν φονευτῶν [al. φονευόντων] εὐχόμενος τῷ Πατρί, καί συγγνώμην παρ᾿ αὐτοῦ ὡς ἀγνοοῦσιν αἰτούμενος.  

λη΄.  Εἰ τῆς ἀγάπης ἐστί τό μακροθυμεῖν καί χρηστεύεσθαι, ὁ θυμομαχῶν καί πονηρευόμενος, ἀλλότριος δηλονότι τῆς ἀγάπης καθίσταται· ὁ δέ ἀγάπης ἀλλότριος, τοῦ Θεοῦ ἐστιν ἀλλότριος, εἴπερ ὁ Θεός ἀγάπης ἐστί.  

λθ΄. Μή εἴπητε, φησίν ὁ θεῖος Ἱερεμίας, ὅτι ναός Κυρίου ἐστέ. Καί σύ μή εἴπῃς, ὅτι Ἡ ψιλή πίστις εἰς τόν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν δύναταί με σῶσαι. Ἀμήχανον γάρ τοῦτο, ἐάν μή καί τήν ἀγάπην εἰς αὐτόν διά τῶν ἔργων κτήσῃ. Τό δέ ψιλῶς πιστεύειν· Καί τά δαιμόνια πιστεύουσι καί φρίσσουσι.  

μ΄. Ἔργον ἀγάπης ἐστίν ἡ εἰς τόν πλησίον ἐκ διαθέσεως εὐεργεσία καί μακροθυμία καί ὑπομονή· καί τό μετά ὀρθοῦ λόγου χρήσασθαι τοῖς πράγμασι.  

μα΄. Ὁ ἀγαπῶν τόν Θεόν οὐ λυπεῖ, οὐδέ λυπεῖται πρός τινα διά πρόσκαιρα· μίαν δέ λύπης καί λυπεῖ καί λυπεῖται σωτήριον, ἥν ὁ μακάριος Παῦλος καί ἐλυπήθη καί ἐλύπησε τούς Κορινθίους.  

μβ΄. Ὁ ἀγαπῶν τόν Θεόν, ἀγγελικόν βίον ἐπί γῆς ζῇ, νηστεύων καί ἀγρυπνῶν, ψάλλων καί προσευχόμενος, καί περί παντός ἀνθρώπους ἀεί καλά λογιζόμενος.  

μγ΄. Εἰ οὗτινός τις ἐπιθυμεῖ, τούτου καί τυχεῖν ἀγωνίζεται· πάντων δέ τῶν ἀγαθῶν καί ἐπιθυμητῶν ἀγαθώτερον τό Θεῖον καί ἐπιθυμητότερον ἀσυγκρίτως· πόσης ἄρα σπουδήν ὀφείλομεν ἐνδείξασθαι, ἵνα τούτου τοῦ φύσει ἀγαθοῦ καί ἐπιθυμητοῦ τύχωμεν.  

μδ΄. Μή μολύνῃς τήν σάρκα σου ἐν αἰσχροῖς πράξεσι, καί μή μιάνῃς τήν ψυχήν πονηροῖς λογισμοῖς (969) καί ἡ εἰρήνη τοῦ Θεοῦ ἐπελεύσεται ἐπί σέ, τήν ἀγάπην φέρουσα.  

με΄. Αἴκιζε τήν σάρκα σου ἀσιτίᾳ καί ἀγρυπνίᾳ, καί σχόλασον ἀόκνως ψαλμωδίᾳ καί προσευχῇ· καί ὁ ἁγιασμός τῆς σωφροσύνης ἐπί σέ ἐπελεύσεται, τήν ἀγάπην φέρων.  

μστ΄. Ὁ τῆς θείας καταξιωθείς γνώσεως, καί τόν ταύτης φωτισμόν διά τῆς ἀγάπης κτησάμενος, οὐ ῥιπισθήσεταί ποτε ὑπό τοῦ τῆς κενοδοξίας πνεύματος [unus Reg. δαίμονος] · ὁ δέ ταύτης μήπω καταξιωθείς, εὐχερῶς ὑπ᾿ αὐτῆς περιφέρεται [edit. et unus Reg. φέρεται]. Ἐάν οὖν ὁ τοιοῦτος ἐν πᾶσι τοῖς ὑπ᾿ αὐτοῦ πραττομένοις πρός τόν Θεόν ἀποβλέψῃ, ὡς δι᾿ αὐτόν πάντα ποιῶν, ῥᾳδίως σύν Θεῷ ἐκφεύξεται αὐτήν.  

μζ΄. Ὁ μήπω τυχών τῆς θείας γνώσεως τῆς διά ἀγάπης ἐνεργουμένης, μέγα φρονεῖ ἐπί τοῖς ὑπ᾿ αὐτοῦ κατά Θεόν πραττομένοις. Ὁ δέ ταύτης τυχεῖν καταξιωθείς, μετά διαθέσεως λέγει τά τοῦ πατριάρχου Ἀβράαμ ῥήματα, ἅπερ ἡνίκα τῆς θείας καταξιώθη ἐπιφανείας, εἶπεν· Ἐγώ εἰμί γῆ καί σποδός.  

μη΄. Ὁ φοβούμενος τόν Κύριον, συνόμιλον ἀεί ἔχει τήν ταπεινοφροσύνην· καί διά τῶν ταύτης ἐνθυμημάτων, εἰς τήν θείαν ἀγάπην καί εὐχαριστίαν ἔρχεται. Μνημονεύει γάρ τῆς κατά τόν κόσμον προτέρας διαγωγῆς, καί τῶν ποικίλων παραπτωμάτων, καί τῶν ἐκ νεότητος συμβάντων αὐτῷ πειρασμῶν· καί πῶς πάντων ἐκείνων ἐῤῥύσατο αὐτόν ὁ Κύριος, καί μετέστησεν ἀπό τῆς ἐμπαθοῦς ζωῆς, εἰς τόν κατά Θεόν βίον· καί σύν τῷ φόβῳ, προσλαμβάνεται καί τήν ἀγάπην, εὐχαριστῶν ἀεί μετά ταπενοφροσύνης πολλῆς τῷ εὐεργέτῃ, καί κυβερνήτῃ τῆς ζωῆς ἡμῶν.  

μθ΄. Μή ῥυπώσῃς τόν νοῦν σου, λογισμῶν ἀνεχόμενος ἐπιθυμίας καί θυμοῦ, ἵνα μή τῆς καθαρᾶς προσευχῆς ἐκπεσών, τῷ τῆς ἀκηδίας πνεύματι περιπέσῃς.  

ν΄. Τό τηνικαῦτα ὁ νοῦς τῆς πρός Θεόν παῤῥησίας ἐκπίπτει, ὁπηνίκα πονηροῖς ἤ ῥυπαροῖς λογισμοῖς συνόμιλλος γένηται.  

να΄. Ὁ μέν ἄφρων ὑπό τῶν παθῶν ἀγόμενος, ὅτε μέν ὑπό τοῦ θυμοῦ κινούμενον ἐκταράσσεται, φεύγειν ἀλογίστως τούς ἀδελφούς ἐπείγεται· ὅτε δέ πάλιν ὑπό τῆς ἐπιθυμίας ἐκθερμαίνεται, μεταμελόμενος αὖθις προστρέχων ἀπαντᾷ. Ὁ δέ φρόνιμος, ἐπ᾿ ἀμφοτέρων τοὐναντίον ποιεῖ. Ἐπί μέν γάρ τοῦ θυμοῦ, τάς αἰτίας τῆς ταραχῆς ἐκκόψας, τῆς πρός τούς ἀδελφούς λύπης ἑαυτόν ἀπαλλάττει· ἐπί δέ τῆς ἐπιθυμίας, τῆς ἀλόγου ὁρμῆς καί συτυχίας ἐγκρατεύεται.  

νβ΄.  Ἐν τῷ καιρῷ τῶν πειρασμῶν, μή καταλίπῃς τό μοναστήριόν σου· ἀλλά φέρε γενναίως τά κύματα τῶν λογισμῶν, καί μάλιστα τῶν τῆς λύπης  καί ἀκηδίας. Οὕτω γάρ οἰκονομικῶς διά τῶν θλίψεων (972) δοκιμασθείς, ἕξεις βεβαίαν τήν εἰς Θεόν ἐλπίδα. Ἐάν δέ καταλιμπάνῃς, ἀδόκιμος καί ἄνανδρος καί ἄστατος εὑρεθήσῃ.  

νγ΄. Ἐάν θέλῃς τῆς κατά Θεόν ἀγάπης μή ἐκπεσεῖν, μήτε τόν ἀδελφόν ἀφῇς κοιμηθῆναι λυπούμενον κατά σοῦ, μήτε σύ κοιμηθῇς λυπούμενος κατ᾿ αὐτοῦ· ἀλλ᾿ Ὕπαγε, διαλλάγηθι τῷ ἀδελφῷ σου, καί ἐλθών, πρόσφερε Χριστῷ καθαρῷ τῷ συνειδότι, δι᾿ ἐκτενοῦς προσευχῆς [edit τῆς εὐχῆς] δῶρον τῆς ἀγάπης.  

νδ΄. Εἰ ὁ πάντα τά χαρίσματα τοῦ Πνεύματος ἔχων, ἀγάπην δέ μή ἔχων, οὐδέν ὠφελεῖται, κατά τόν Θεῖον Ἀπόστολον· πόσην ὀφείλομεν ἐνδείξασθαι σπουδήν, ἵνα ταύτην κτησώμεθα;  

νε΄. Εἰ Ἡ ἀγάπη τῷ πλησίον κακόν οὐκ ἐργάζεται, ὁ φθονῶν τῷ ἀδελφῷ, καί λυπούμενος ἐπί τῇ εὐδοκιμήσει αὐτοῦ, καί σκώμμασι χραίνων τήν ὑπόληψιν αὐτοῦ, ἤ ἔν τινι, κακοηθείᾳ ἐπιβουλεύων αὐτῷ, πῶς οὐκ ἀλλότριον ἑαυτόν τῆς ἀγάπης καθίστησι, καί ἔνοχον τῆς αἰωνίου κρίσεως;  

νστ΄. Εἰ Πλήρωμα νόμου ἡ ἀγάπη, ὁ μνησικακῶν τῶ ἀδελφῷ, καί δόλους κατ᾿ αὐτοῦ συσκευάζων [edit. σκευάζ.] καί κατευχόμενος αὐτοῦ καί ἐπιχαίρων τῷ πτώματι αὐτοῦ, πῶς ὁ παράνομός ἐστι, καί τῆς αἰωνίου κολάσεως ἄξιος;  

νζ΄. Εἰ ὁ καταλαλῶν ἀδελφοῦ καί κρίνων ἀδελφόν, καταλαλεῖ καί κρίνει νόμον· ὁ δέ νόμος τοῦ Χριστοῦ ἐστιν ἡ ἀγάπη, πῶς τῆς ἀγάπης τοῦ Χριστοῦ ὁ κατάλαλος οὐκ ἐκπίπτει, καί αἴτιος ἑαυτῷ γίνεται κολάσεως αἰωνίου;  

νη΄. Μή δῴης [ed. δῷς] τήν ἀκοήν σου τῇ γλώσσῃ τοῦ καταλάλου, μηδέ τήν γλῶσσάν σου τῇ ἀκοῇ τοῦ φιλοψόγου, ἡδέως λαλῶν ἤ ἀκούων κατά τοῦ πέλας, ἵνα μή ἐκπέσῃς τῆς θείας ἀγάπης, καί ἀλλότριος εὑρεθῇς τῆς αἰωνίου ζωῆς.  

νθ΄. Μή καταδέχου κατά τοῦ Πατρός σου λοιδορίαν, μηδέ προθυμοποιήσῃς τόν ἀτιμάζοντα αὐτόν· ἵνα μή ὁργισθῇ Κύριος ἐπί τοῖς ἔργοις σου, καί ἐξολοθρεύσῃ σε ἐκ γῆς ζώντων.  

ξ΄. Ἐπιστόμιζε τόν καταλαλοῦντα ἐν ἀκοαῖς σου, ἵνα μή διπλῆν ἁμαρτίαν σύν αὐτῷ ἁμαρτάνῃς· καί σαυτόν ὀλεθρίῳ πάθει ἐθίζων, κακεῖνον κατά τοῦ πλησίον φλυαρεῖν οὐκ ἀνακόπτων.  

 ξα΄. (973)  Ἐγώ δέ λέγω ὑμῖν, φησίν ὁ Κύριος· Ἀγαπᾶτε τούς ἐχθρούς ὑμῶν· καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς· προσεύχεσθε ὑπέρ τῶν ἐπιρεαζόντων ὑμᾶς. Διά τί ταῦτα προσέταξεν; Ἵνα σε μίσους καί λύπης καί ὁργῆς καί μνησικακίας ἐλευθερώσῃ, καί τοῦ μεγίστου κτήματος τῆς τελείας ἀγάπης καταξιώσῃ· ἥν ἀμήχανον ἔχειν, τόν μή πάντας ἀνθρώπους ἐξ ἴσου ἀγαπῶντα κατά μίμησιν Θεοῦ, τοῦ πάντας ἀνθρώπους ἐξ ἴσου ἀγαπῶντος, καί θέλοντος σωθῆναι καί εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.  

ξβ΄. Ἐγώ δέ λέγω ὑμῖν· Μή ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ᾿ ὅστις σε ῥαπίσει ἐπί τήν δεξιάν σιαγόνα, στρέψον αὐτῷ καί τήν ἄλλην· καί τῷ θέλοντί σοι κριθῆναι καί τόν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καί τό ἱμάτιον· καί τῷ ἀγγαρεύοντί σε μίλιον ἕν, ὕπαγε μετ᾿ αὐτοῦ δύο. Διά τί; Ἵνα καί σέ ἀόργητον καί ἀτάραχον διαφυλάξῃ καί ἄλυπον, κἀκεῖνον διά τῆς σῆς ἀνεξικακίας παιδεύσῃ, και ἀμφοτέρους ὡς ἀγαθός ὑπό τόν ζυγόν τῆς ἀγάπης ἀγάγῃ.  

ξγ΄. Πρός ἅπερ πράγματά ποτε πεπόνθαμεν, τούτων καί τάς φαντασίας ἐμπαθεῖς περιφέρομεν. Ὁ οὖν τάς ἐμπαθεῖς νικῶν φαντασίας, καί τῶν πραγμάτων ὧν αἱ φαντασίαι πάντως καταφρονεῖ· ἐπειδή τοῦ πρός τά πράγματα πολέμου ὁ πρός τάς μνήμας τοσοῦτόν ἐστι χαλεπώτερος, ὅσον τοῦ κατ᾿ ἐνέργειαν ἁμαρτάνειν, τό κατά διάνοιαν ἐστιν εὐκοπώτερον.  

ξδ΄. Τῶν παθῶν τά μέν ἐστι σωματικά, τά δέ ψυχικά. Καί τά μέν σωματικά, ἐκ τοῦ σώματος ἔχει τάς ἀφορμάς· τά δέ ψυχικά, ἐκ τῶν ἔξωθεν πραγμάτων. Ἀμφότερα δέ περικόπτει ἀγάπη καί ἐγκράτεια· ἡ μέν, τά ψυχικά, ἡ δέ τά σωματικά.  

ξε΄. Τά μέν τῶν παθῶν, τοῦ θυμικοῦ· τά δέ τοῦ ἐπιθυμητικοῦ μέρους τῆς ψυχῆς, τυγχάνει. Ἀμφότερα δέ, διά τῶν αἰσθήσεων κινεῖται. Τότε δέ κινεῖται, ὅτε ἀγάπης ἡ ψυχή καί ἐγκρατείας, ἐκτός εὑρίσκεται.  

ξστ΄. Δυσκαταγώνιστα μᾶλλον τά τοῦ θυμικοῦ μέρους τῆς ψυχῆς πάθη, παρά τά τοῦ ἐπιθυμητικοῦ τυγχάνει. Διό καί μεῖζον τό φάρμακον κατ᾿ αὐτοῦ, ἡ ἐντολή τῆς ἀγάπης ὑπό τοῦ Κυρίου ἐδόθη.  

ξζ΄. Πάντα τά ἄλλα πάθη, ἤ τοῦ θυμικοῦ μέρους τῆς ψυχῆς, ἤ τοῦ ἐπιθυμητικοῦ μόνον ἐφάπτεται.ἤ καί τοῦ λογιστικοῦ, ὡς ἡ λήθη καί ἡ ἄγνοια· ἡ δέ ἀκηδία, πασῶν τῶν τῆς ψυχῆς δυνάμεων ἐπιδραττομένη, πάντα σχεδόν ὁμοθυμαδόν κινεῖ τά πάθη. Διό καί πάντων τῶν ἄλλων παθῶν ἐστι βαρύτατον. Καλῶς οὖν ὁ Κύριος τό κατ᾿ αὐτῆς φάρμακον δεδωκώς,  Ἐν τῇ ὑπομονῇ ὑμῶν, λέγει, κτήσασθε τά ψυχάς ὑμῶν.  

ξη΄.(976) Μή πλήξῃς ποτέ τινα τῶν ἀδελφῶν, παραλόγως μάλιστα· μή ποτε μή φέρων τήν θλίψιν, ὑποχωρήσῃ· καί οὐ μή ἐκφεύξῃ ποτέ τόν ἔλεγχον τοῦ συνειδότος, ἀεί σοι λύπην ἐν τῷ καιρῷ τῆς προσευχῆς προξενοῦντα, καί τῆς θείας παῤῤησίας τόν νοῦν ἀπελαύνοντα.  

ξθ΄. Μή ἀνάσχῃ τῶν σκάνδαλά σοι φερουσῶν ὑπονοιῶν, ἤ καί ἀνθρώπων, κατά τινων. Οἱ γάρ παραδεχόμενοι σκάνδαλα ἐν οἷῳ δήποτε τρόπῳ τῶν κατά προαίρεσιν ἤ παρά προαίρεσιν συμβαινόντων, οὐκ ἴσασι τήν ὁδόν τῆς εἰρήνης, τήν φέρουσαν διά τῆς ἀγάπης εἰς τήν γνῶσιν τοῦ Θεοῦ τούς ταύτης ἐραστάς.  

ο΄. Οὔπω ἔχει τελείαν τήν ἀγάπην, ὁ ἔτι τοῖς γνώμαις τῶν ἀνθρώπων συνδιατιθέμενος. Οἷον, τόν μέν ἀγαπῶν, τόν δέ μισῶν, διά τόδε ἤ τόδε· ἤ καί τόν αὐτόν ποτέ μέν ἀγαπῶν, ποτέ δέ μισῶν, διά τάς αὐτάς αἰτίας.  

οα΄. Ἡ τελεία ἀγάπη οὐ συνδιασχίζει τήν μίαν τῶν ἀνθρώπων φύσιν, ταῖς διαφόροις αὐτῶν γνώμαις· ἀλλ᾿ εἰς αὐτήν ἀεί ἀποβλεπομένη, πάντας ἀνθρώπους ἐξ ἴσου ἀγαπᾷ· τούς μέν σπουδαίους, ὡς φίλους· τούς δέ φαύλους, ὡς ἐχθρούς ἀγαπᾷ, εὐεργετοῦσα καί μακροθυμοῦσα, καί ὑπομένουσα τά παρ᾿ αὐτῶν ἐπαγόμενα· τό κακόν τό συνόλως μή λογιζομένη, ἀλλά καί πάσχουσα ὑπέρ αὐτῶν, εἰ καιρός καλέσειεν, ἵνα καί αὐτούς ποιήσῃ φίλους εἰ οἷόν τε· εἰ δέ μή, τῆς γε ἰδίας διαθέσεως οὐκ ἐκπίπτει, τούς τῆς ἀγάπης καρπούς ἀεί ἐξ ἴσου πρός πάντας ἀνθρώπους ἐνδεικνυμένη. Διό καί ὁ Κύριος ἡμῶν καί Θεός Ἰησοῦς, Χριστός, τήν αὐτοῦ ἀγάπην εἰς ἡμᾶς ἐνδειξάμενος, ὑπέρ ὅλης τῆς ἀνθρωπότητος ἔπαθεν, καί πᾶσιν ἐξ ἴσου τήν ἐλπίδα τῆς ἀναστάσεως ἐχαρίσατο· εἰ καί ἕκαστος ἑαυτόν, εἴτε δόξης, εἴτε κολάσεως καθίστησιν ἄξιον.  

οβ΄. Ὁ μή καταφρονῶν δόξης καί ἀτιμίας, πλούτου καί πενίας, ἡδονῆς τε καί λύπης, τελείαν ἀγάπην οὔπω ἐκτήσατο. Ἡ γάρ τελεία ἀγάπη οὐ μόνον τούτων καταφρονεῖ, ἀλλά καί αὐτῆς τῆς προσκαίρου ζωῆς τε καί τοῦ θανάτου.  

ογ΄. Ἄκουε τῶν καταξιωθέντων τῆς τελείας ἀγάπης, ποῖα λέγουσι·  Τίς ἡμᾶς χωρίσει ἀπό τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις; ἤ στενοχωρία; ἤ διωγμός; ἤ λιμός; ἤ γυμνότης; ἤ κίνδυνος; ἤ μάχαιρα; καθώς γέγραπται· Ὅτι ἕνεκα σοῦ θανατούμεθα ὅλην τήν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Ἀλλ᾿ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν, διά τοῦ ἀγαπήσαντος ἡμᾶς. Πέπεισμαι γάρ, ὅτι οὔτε θάνατος, οὔτε ζωή, οὔτε ἄγγελοι, οὔτε ἀρχαί, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις (977) ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπό τῆς ἀγάπης τοῦ Θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.  

οδ΄. Περί δέ τῆς εἰς τόν πλησίον ἀγάπης, ἄκουε πάλιν οἷα λέγουσιν· Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι καί τῆς συνειδήσεώς μου ἐν Πνεύματι ἁγίῳ· ὅτι λύπη μοί ἐστι πολλή, καί ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου. Ηὐχόμην γάρ ἀνάθεμα εἶναι αὐτός ἐγώ ἀπό τοῦ Χριστοῦ ὑπέρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατά σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται, καί τά ἑξῆς. Ὡσαύτως καί ὁ Μωϋσῆς, καί οἱ λοιποί ἅγιοι [unus Reg. καί πάντες οἱ ἅγιοι].  

οε΄. Ὁ μή καταφρονῶν δόξης καί ἡδονῆς, καί τῆς τούτων αὐξητικῆς, καί δι᾿ αὐτάς συνισταμένης, φιλαργυρίας, τάς τοῦ θυμοῦ προφάσεις ἐκκόπτειν οὐ δύναται. Ὁ δέ ταύτας μή ἐκόπτων, τῆς τελείας ἀγάπης τυχεῖν οὐ δύναται.  

οστ΄. Ταπείνωσις καί κακοπάθεια, πάσης ἁμαρτίας ἐλευθεροῦσι τόν ἄνθρωπον· ἡ μέν, τά τῆς ψυχῆς· ἡ δέ, τά τοῦ σώματος περικόπτουσα πάθη. Τοῦτο γάρ ποιῶν καί ὁ μακάριος φαίνεται Δαβίδ, ἐν οἷς εὔχεται πρός τόν Θεόν, λέγων· Ἰδέ τήν ταπείνωσίν μου καί τόν κόπον μου, καί ἄφες πάσας τάς ἁμαρτίας μου.  

οζ΄. Διά μέν τῶν ἐντολῶν  ὁ Κύριος, ἀπαθεῖς τούς ἐργαζομένους αὐτάς ἀποτελεῖ· διά δέ τῶν θείων δογμάτων, τόν φωτισμόν τῆς γνώσεως αὐτοῖς χαρίζεται.  

οη΄. Πάντα τά δόγματα, ἤ περί Θεοῦ εἰσιν, ἤ περί ὁρατῶν καί ἀοράτων, ἤ περί τῆς ἐν αὐτοῖς προνοίας καί κρίσεως.  

οθ΄. Ἡ μέν ἐλεημοσύνη, τό θυμικόν μέρος τῆς ψυχῆς θεραπεύει· ἡ δέ νηστεία, τήν μέν ἐπιθυμίαν μαραίνει· ἡ δέ προσευχή, τόν νοῦν καθαίρει, καί πρός τήν τῶν ὄντων θεωρίαν παρασκευάζει. Πρός γάρ τάς δυνάμεις τῆς ψυχῆς, καί τάς ἐντολάς ὁ Κύριος ἡμῖν ἐχαρίσατο.  

π΄. Μάθετε ἀπ᾿ ἐμοῦ, φησίν, ὅτι πρᾶός εἰμι καί ταπεινός τῇ καρδίᾳ, καί τά ἑξῆς. Ἡ μέν πραότης, ἀτάραχον τόν θυμόν διαφυλάττει· ἡ δέ ταπείνωσις, τύφου καί κενοδοξίας τόν νοῦν ἐλευθεροῖ.  

πα΄. Διττός ἐστιν ὁ τοῦ Θεοῦ φόβος· ὁ μέν ἐκ τῶν ἀπειλῶν τῆς κολάσεως ἡμῖν ἐντικτόμενος, δι᾿ ὅν ἡ ἐγκράτεια καί ἡ ὑπομονή, καί ἡ εἰς Θεόν ἐλπίς, καί ἡ ἀπάθεια, ἐξ ἧς ἡ ἀγάπη, κατά τάξιν ἡμῖν ἐγγίνονται· ὁ δέ, αὐτῇ τῇ ἀγάπῃ συνέζευκται, εὐλάβειαν τῇ ψυχῇ ἀεί ἐμποιῶν, ἵνα μή διά τήν τῆς ἀγάπης παῤῥησίαν, εἰς καταφρόνησιν Θεοῦ ἔλθῃ.  

πβ΄. Τόν μέν πρῶτον φόβον ἔξω βάλλει ἡ τελεία ἀγάπη τῆς ψυχῆς τῆς κεκτημένης αὐτήν, μηκέτι τήν κόλασιν φοβουμένης· τόν δέ δεύτερον, ἑαυτῇ ἔχει ἀεί, ὡς εἴρηται συνεζευγμένον. Καί τῷ μέν πρώτῳ φόβῳ, ἁρμόζει τό, Τῷ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπό κακοῦ. Καί, Ἀρχή σοφίας φόβος Κυρίου. (980) Τῷ δέ δευτέρῳ, τό,  Ὁ φόβος Κυρίου ἁγνός διαμένων εἰς αἰῶνα αἰῶνος. Καί τό, Οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν.  

πγ΄. Νεκρώσατε τά μέλη ὑμῶν τά ἐπί τῆς γῆς· πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καί τήν πλεονεξίαν, καί τά ἑξῆς. Γῆν μέν ὠνόμασε, τό φρόνημα τῆς σαρκός· πορνείαν δέ εἶπε, τήν κατ᾿ ἐνέργειαν ἁμαρτίαν· ἀκαθαρσίαν δέ, τήν συγκατάθεσιν ἐκάλεσε· πάθος δέ, τόν ἐμπαθῆ λογισμόν ὠνόμασεν· ἐπιθυμίαν δέ κακήν, τήν ψιλήν τοῦ λογισμοῦ τῆς ἐπιθυμίας παραδοχήν· πλεονεξίαν δέ, τήν γεννητικήν τε καί αὐξητικήν τοῦ πάθους ὠνόμασεν ὕλην. Ταῦτα οὖν πάντα ὡς μέλη ὄντα τοῦ φρονήματος τῆς σαρκός, ἐκέλευσεν ὁ θεῖος Ἀπόστολος νεκρῶσαι.  

πδ΄. Πρῶτον μέν ἡ μνήμη, ψιλόν τόν λογισμόν ἐπί τόν νοῦν ἀναφέρει· καί τούτου ἐγχρονίζοντος, κινεῖται τό πάθος· τούτου δέ μή ἀναιρουμένου, κάμπτει τόν νοῦν εἰς συγκατάθεσιν· ταύτης δέ γενομένης, ἔρχεται λοιπόν εἰς τήν κατ᾿ ἐνέργειαν ἁμαρτίαν. Ὁ οὖν πάνσοφος Ἀπόστολος πρός τούς ἀπό ἐθνῶν γράφων, τό ἀποτέλεσμα πρῶτον κελεύει ἀναιρεῖν τῆς ἁμαρτίας· εἶτα κατά τάξιν ἀναποδίζοντας, εἰς τήν αἰτίαν καταλήγειν. Ἡ δέ αἰτία ἐστίν, ἡ γεννητική, ὡς προείρηται, καί αὐξητική τοῦ πάθους πλεονεξία. Οἶμαι δέ ἐνταῦθα τήν γαστριμαργίαν σημαίνειν, ὡς μητέρα καί τροφόν τῆς πορνείας ὑπάρχουσαν. Ἡ γάρ πλεονεξία, οὐ μόνον ἐπί χρημάτων, ἀλλά καί ἐπί βρωμάτων κακή. Ὥσπερ καί ἡ ἐγκράτεια, οὐ μόνον ἐπί βρωμάτων, ἀλλά καί ἐπί χρημάτων καλή.  

πε΄. Ὥσπερ στρουθίον τόν πόδα δεδεμένον ἀρχόμενον πέτεσθαι, ἐπί τήν γῆν κατασπᾶται σχοινίῳ ἑλκόμενον· οὕτω καί ὁ νοῦς μήπω ἀπάθειαν κτησάμενος, καί ἐπί τήν τῶν οὐρανίων γνῶσιν πετόμενος, ὑπό τῶν παθῶν καθελκόμενος, ἐπί τήν γῆν κατασπᾶται.  

πστ΄. Ὅτε νοῦς τελείως τῶν παθῶν ἐλευθερωθῇ, τότε καί ἐπί τήν θεωρίαν τῶν ὄντων ἀμεταστρεπτί ὁδεύει, ἐπί τήν γνῶσιν τῆς ἁγίας Τριάδος τήν πορείαν ποιούμενος.  

πζ΄. Καθαρός ὑπάρχων ὁ νοῦς, τά νοήματα τῶν πραγμάτων ἀναλαμβάνων, εἰς τήν πνευματικήν θεωρίαν αὐτῶν κινεῖται· ἀκάθαρτος δέ ἐκ ῥᾳθυμίας γεγονώς, τά μέν τῶν λοιπῶν πραγμάτων νοήματα ψιλά φαντάζεται· τά δέ ἀνθρώπινα δεχόμενος, εἰς αἰσχρούς ἤ πονηρούς λογισμούς μετατρέπεται.  

πη΄.(981) Ὅταν ἀεί ἐν τῷ καιρῷ προσευχῆς μηδέν τῶν τοῦ κόσμου νοημάτων διενοχλήσῃ τῷ νῷ, τότε γίνωσκε σαυτόν μή ἔξω εἶναι τῶν ὄρων τῆς ἀπαθείας.  

πθ΄. Ὅταν ἡ ψυχή ἄρχηται τῆς ἰδίας ὑγείας ἐπαισθάνεσθαι, τότε καί τάς ἐν τοῖς ὕπνοις φαντασίας, ψιλάς καί ἀταράχους ἄρχεται βλέπειν.  

 τέσ. ἀνοικτό΄.  Ὥσπερ τόν αἰσθητόν ὀφθαλμόν ἡ καλλονή τῶν ὁρατῶν· οὕτω καί τόν καθαρόν νοῦν, ἡ γνῶσις τῶν ἀοράτων πρός ἑαυτήν ἐπισπᾶται. Ἀόρατα δέ λέγω, τά ἀσώματα.  

τεσ. ἀνοικτό α΄. Μέγα μέν τό πρός τά πράγματα μή πάσχειν· μεῖζον δέ πολλῷ, τό πρός τάς φαντασίας αὐτῶν ἀπαθῆ διαμεῖναι. Διότι ὁ διά τῶν λογισμῶν πρός ἡμᾶς τῶν δαιμόνων πόλεμος, τοῦ διά τῶν πραγμάτων πολέμου ἐστί χαλεπώτερος.  

τεσ. ἀνοικτό β΄. Ὁ τάς ἀρετάς κατορθώσας, καί τῇ γνώσει πλουτήσας, ὡς φυσικῶς λοιπόν τά πράγματα διορῶν, πάντα κατά τόν ὀρθόν λόγον καί πράττει καί διαλέγεται, τό σύνολον μή παρατρεπόμενος. Ἐκ γάρ τοῦ εὐλόγως ἤ παραλόγως τοῖς πράγμασι χρήσασθαι, ἤ ἐνάρετοι ἤ φαῦλοι γινόμεθα.  

τέσ. ἀνοικ. γ΄. Σημεῖον ἄκρας ἀπαθείας, τό ψιλά τά νοήματα τῶν πραγμάτων ἀεί ἀναβαίνειν ἐπί τήν καρδίαν, καί ἐγρηγορότος τοῦ σώματος, καί κατά τούς ὕπνους.  

τέσ. ἀνοικ. δ΄. Διά μέν τῆς ἐργασίας τῶν ἐντολῶν, τά πάθη ὁ νοῦς ἀποδύεται· διά δέ τῆς τῶν ὁρατῶν πνευματικῆς θεωρίας, τά ἐμπαθῆ τῶν πραγμάτων νοήματα. Διά δέ τῆς τῶν ἀοράτων γνώσεως, τήν τῶν ὁρατῶν θεωρίαν· ταύτην δέ, διά τῆς γνώσεως τῆς ἁγίας Τριάδος.  

τέσ. ἀνοικ.  ε΄. Ὥσπερ ὁ ἥλιος ἀνατέλλων καί τόν κόσμον φωτίζων, δείκνησί τε ἑαυτόν καί τά ὑπ᾿ αὐτοῦ φωτιζόμενα πράγματα· οὕτω καί ὁ τῆς δικαιοσύνης Ἥλιος τῷ καθαρῷ νῷ ἀνατέλλων, καί ἑαυτόν δείκνυσι, καί πάντων τῶν ὑπ᾿ αὐτοῦ γεγονότων καί γενησομένων τούς λόγους.  

τέσ. ἀνοικ.  στ΄. Οὐκ ἐκ τῆς οὐσίας αὐτοῦ τόν Θεόν γινώσκομεν, ἀλλ᾿ ἐκ τῆς μεγαλουργίας αὐτοῦ καί προνοίας τῶν ὄντων. Διά τούτων γάρ ὡς δι᾿ ἐσόπτρων, τήν ἄπειρον ἀγαθότητα καί σοφίαν καί δύναμιν κατανοοῦμεν.  

τέσ. ἀνοικ.  ζ΄. Ὁ καθαρός νοῦς, ἤ ἐν τοῖς ψιλοῖς νοήμασι τῶν ἀνθρωπίνων πραγμάτων εὑρίσκεται, ἤ ἐν τῇ τῶν ὁρατῶν φυσικῇ θεωρίᾳ, ἤ ἐν τῇ τῶν ἀοράτων· ἤ ἐν τῷ φωτί τῆς ἁγίας Τριάδος.  

τέσ. ἀνοικ.  η΄. Ἐν τῇ τῶν ὁρατῶν θεωρίᾳ γενόμενος ὁ νοῦς, ἤ τούς φυσικούς αὐτῶν λόγους ἐρευνᾷ, ἤ τούς δι᾿ αὐτῶν σημαινομένους, ἤ αὐτήν τήν αἰτίαν ζητεῖ.  

τέσ. ἀνοικ. θ΄. Ἐν δέ τῇ τῶν ἀοράτων διατρίβων, τούς τε φυσικούς αὐτῶν λόγους ζητεῖ, καί τήν αἰτίαν τῆς γενέσεως αὐτῶν, καί τά τούτοις ἀκόλουθα. Καί τίς ἡ περί αὐτούς πρόνοια καί κρίσις.  

ρ΄. Ἐν δέ Θεῷ γενόμενος, τούς περί τῆς οὐσίας (984) αὐτοῦ πρῶτον λόγους, ζητεῖ μέν ὑπό τοῦ πόθου φλεγόμενος, οὐκ ἐκ τῶν κατ᾿ αὐτόν δέ τήν παραμυθίαν εὑρίσκει· ἀμήχανον γάρ τοῦτο, καί ἀνένδεκτον πάσῃ γενητῇ φύσει ἐξ ἴσου· ἐκ δέ τῶν περί αὐτόν παραμυθεῖται· λέγω δή, τῶν περί ἀϊδιότητος, ἀπειρίας τε καί ἀοριστίας· ἀγαθότητός τε καί σοφίας καί δυνάμεως, δημιουργικῆς τε καί προνοητικῆς καί κριτικῆς τῶν ὄντων. Καί τοῦτο πάντη καταληπτόν αὐτοῦ μόνον, ἡ ἀπειρία, καί αὐτό τό μηδέν γινώσκειν, ὑπέρ νοῦν γινώσκειν, ὥς που [edit. ὥσπερ] οἱ θεολόγοι ἄνδρες εἰρήκασι, Γρηγόριός τε καί Διονύσιος. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου